Κατηγορίες
Διάφορα

Η περιφορά του Επιταφείου και η κατάνυξη των πιστών

EpitafiosΣὲ τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον,
καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ,
καὶ θεωρήσας νεκρόν, γυμνόν, ἄταφον,
εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν·
Οἴμοι γλυκύτατε Ἰησοῦ·
ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφῳ περιεβάλλετο,
καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο,
καὶ διερήγνυτο τοῦ ναοῦ τὸ καταπέτασμα·
ἀλλ’ ἰδοὺ νῦν βλέπω σε δι’ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον.
Πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἰλήσω;
ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον σῶμα;
ἢ ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ, Οἰκτίρμον;
Μεγαλύνω τὰ πάθη σου ὑμνολογῶ καὶ τὴν ταφήν σου,
σὺν τῇ ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.

moserlx-gif-1
coffee-banner
error: Protected
P